Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.233 Joseph. AJ 14.237 (English) >>Joseph. AJ 14.242

14.235

Λούκιος Ἀντώνιος Μάρκου υἱὸς ἀντιταμίας καὶ ἀντιστράτηγος Σαρδιανῶν ἄρχουσι βουλῇ δήμῳ χαίρειν. Ἰουδαῖοι πολῖται ἡμέτεροι προσελθόντες μοι ἐπέδειξαν αὐτοὺς σύνοδον ἔχειν ἰδίαν κατὰ τοὺς πατρίους νόμους ἀπʼ ἀρχῆς καὶ τόπον ἴδιον, ἐν τά τε πράγματα καὶ τὰς πρὸς ἀλλήλους ἀντιλογίας κρίνουσιν, τοῦτό τε αἰτησαμένοις ἵνʼ ἐξῇ ποιεῖν αὐτοῖς τηρῆσαι καὶ ἐπιτρέψαι ἔκρινα. 14.236

Μᾶρκος Πόπλιος σπιρίου υἱὸς καὶ Μᾶρκος Μάρκου Ποπλίου υἱὸς Λουκίου λέγουσιν. Λέντλῳ τἀνθυπάτῳ προσελθόντες ἐδιδάξαμεν αὐτὸν περὶ ὧν Δοσίθεος Κλεοπατρίδου Ἀλεξανδρεὺς λόγους ἐποιήσατο, 14.237ὅπως πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ποιεῖν εἰωθότας, ἂν αὐτῷ φανῇ, δεισιδαιμονίας ἕνεκα ἀπολύσῃ· καὶ ἀπέλυσε πρὸ δώδεκα καλανδῶν Κουιντιλίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις. 14.238παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πήιος Τίτου υἱὸς Κορνηλία Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου Τηρητείνα Βρόκχος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου υἱὸς Ἐτωρία Γάλλος, 14.239Γάιος Τεύτιος Γαΐου Αἰμιλία χιλίαρχος, Σέξστος Ἀτίλιος Σέξστου υἱὸς Αἰμιλία Σέσρανος, Γάιος Πομπήιος Γαΐου υἱὸς Σαβατίνα, Τίτος Ἄμπιος Τίτου Μένανδρος, Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Στράβων, Λεύκιος Πάκκιος Λευκίου Κολλίνα Καπίτων, Αὖλος Φούριος Αὔλου υἱὸς Τέρτιος, Ἄππιος Μηνᾶς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.233 Joseph. AJ 14.237 (English) >>Joseph. AJ 14.242

Powered by PhiloLogic